ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5
SBL Greek New Testament
5 Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς [a]ἔθνεσιν, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν. 2 καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα [b]ἀρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο [c]ποιήσας;
3 Ἐγὼ μὲν γάρ, [d]ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτως τοῦτο κατεργασάμενον 4 ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν [e]Ἰησοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν [f]Ἰησοῦ, 5 παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ [g]κυρίου.
6 Οὐ καλὸν τὸ καύχημα ὑμῶν. οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ; 7 ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι. καὶ γὰρ τὸ πάσχα [h]ἡμῶν ἐτύθη Χριστός· 8 ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.
9 Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις, 10 [i]οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις [j]καὶ ἅρπαξιν ἢ εἰδωλολάτραις, ἐπεὶ [k]ὠφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. 11 νῦν δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. 12 τί γάρ [l]μοι τοὺς ἔξω κρίνειν; οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε, 13 τοὺς δὲ ἔξω ὁ θεὸς [m]κρίνει; [n]ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.
Footnotes
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:1 ἔθνεσιν WH Treg NIV ] + ὀνομάζεται RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:2 ἀρθῇ WH Treg NIV ] ἐξαρθῇ RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:2 ποιήσας Treg RP ] πράξας WH NIV
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:3 ἀπὼν WH Treg NIV ] ὡς ἀπὼν RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:4 *Ἰησοῦ WH Treg NIV ] + Χριστοῦ RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:4 *Ἰησοῦ WH Treg NIV ] + Χριστοῦ RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:5 κυρίου WH NIV ] + Ἰησοῦ Treg RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:7 ἡμῶν WH Treg NIV ] + ὑπὲρ ἡμῶν RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:10 οὐ WH Treg NIV ] καὶ οὐ RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:10 καὶ WH Treg NIV ] ἢ RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:10 ὠφείλετε WH Treg NIV ] ὀφείλετε RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:12 μοι WH Treg NIV ] + καί RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:13 κρίνει WH Treg ] κρινεῖ NIV RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5:13 ἐξάρατε WH Treg NIV ] Καί ἐξαρεῖτε RP
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5
1550 Stephanus New Testament
5 ολως ακουεται εν υμιν πορνεια και τοιαυτη πορνεια ητις ουδε εν τοις εθνεσιν ονομαζεται ωστε γυναικα τινα του πατρος εχειν
2 και υμεις πεφυσιωμενοι εστε και ουχι μαλλον επενθησατε ινα εξαρθη εκ μεσου υμων ο το εργον τουτο ποιησας
3 εγω μεν γαρ ως απων τω σωματι παρων δε τω πνευματι ηδη κεκρικα ως παρων τον ουτως τουτο κατεργασαμενον
4 εν τω ονοματι του κυριου ημων ιησου χριστου συναχθεντων υμων και του εμου πνευματος συν τη δυναμει του κυριου ημων ιησου χριστου
5 παραδουναι τον τοιουτον τω σατανα εις ολεθρον της σαρκος ινα το πνευμα σωθη εν τη ημερα του κυριου ιησου
6 ου καλον το καυχημα υμων ουκ οιδατε οτι μικρα ζυμη ολον το φυραμα ζυμοι
7 εκκαθαρατε ουν την παλαιαν ζυμην ινα ητε νεον φυραμα καθως εστε αζυμοι και γαρ το πασχα ημων υπερ ημων ετυθη χριστος
8 ωστε εορταζωμεν μη εν ζυμη παλαια μηδε εν ζυμη κακιας και πονηριας αλλ εν αζυμοις ειλικρινειας και αληθειας
9 εγραψα υμιν εν τη επιστολη μη συναναμιγνυσθαι πορνοις
10 και ου παντως τοις πορνοις του κοσμου τουτου η τοις πλεονεκταις η αρπαξιν η ειδωλολατραις επει οφειλετε αρα εκ του κοσμου εξελθειν
11 νυνι δε εγραψα υμιν μη συναναμιγνυσθαι εαν τις αδελφος ονομαζομενος η πορνος η πλεονεκτης η ειδωλολατρης η λοιδορος η μεθυσος η αρπαξ τω τοιουτω μηδε συνεσθιειν
12 τι γαρ μοι και τους εξω κρινειν ουχι τους εσω υμεις κρινετε
13 τους δε εξω ο θεος κρινει και εξαρειτε τον πονηρον εξ υμων αυτων
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software